Help with using this page
Romans 2:25-3:8

25Περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, περιτομή σου ἀκροβυστία γέγονεν. 26ἐὰν οὖν ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; 27καὶ κρινεῖ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. 28οὐ γὰρ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· 29ἀλλ’ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ θεοῦ.

3:1Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, τίς ὠφέλεια τῆς περιτομῆς; 2πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ. 3τί γάρ; εἰ ἠπίστησάν τινες, μὴ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει; 4μὴ γένοιτο· γινέσθω δὲ θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε. 5εἰ δὲ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος θεὸς ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. 6μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ θεὸς τὸν κόσμον; 7εἰ δὲ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι, 8καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρίμα ἔνδικόν ἐστιν.

This version of the Greek Text of the New Testament is Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software - See SBLGNT and Logos